Μέγαν εὕρατο μονὴ Καμπίων σὲ ὑπέρμαχον, θερμὸν προστάτην, καὶ τῶν Βουνένων τὰ ὅρη θησαύρισμα, ὅτι ἀνόμων τὴν πλάνην διήλεγξας καὶ εὐσεβείας τὸ κράτος ἐτράνωσας. Οὕτως, ἅγιε, ὁσιομάρτυς Νικόλαε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τοὺς προστρέχοντας τῇ σκέπῃ σου.
Ὡς στῦλος πυρίμορφος καὶ ὁδηγὸς ἀσφαλής, πρὸς κλῆρον ἀκήρατον, καθοδηγεῖς νοερῶς, ἡμᾶς Ὁδηγήτρια∙ σύ γὰρ πρὸς ἐπιδόσεις τάς βελτίους ἰθύνεις, θεία ἐπισκοπῇ σου, τοὺς πιστῶς σοι βοῶντας∙ Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Τῆς Τριάδος τὴν δόξα ἀνακηρύτουσα, ἐν τῷ λουτρῷ τρεῖς θυρίδας ὑπεσημήνω σαφῶς, κοινωνίαν πατρικὴν λιποῦσα πάνσεμνε∙ ὅθεν ἠγώνισε λαμπρῶς, ὡς παρθένος εὐκλεής, Βαρβάρα Μεγαλομάρτυς. Ἀλλὰ μὴ παύσῃ πρεσβεύειν, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Τοῦ Μεγάλου Χωρίου ἔνθεον βλάστημα, Ἐκκλησίας δὲ γέρας καὶ ἐγκαλλώπισμα, καταισχύνας τὸν ἐχθρὸν στερρᾷ ἀθλήσει σου, Ὀσιομάρτυς τοῦ Χριστοῦ, ἀνεδείχθης ἀληθῶς Γεράσιμε Ἀθλοφόρε. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει εὐφημούντων σέ.
Τῶν σεπτῶν σου λειψάνων τὴν θείαν λάρνακα, εὐλαβῶς προσκυνοῦμεν καί ἀσπαζόμεθα, ἀρυόμενοι κρουνοὺς τῆς θείας χάριτος∙ σὺ γὰρ καθεῖλες τὸν ἐχθρὸν τῇ δυνάμει τοῦ Σταυροῦ, Φλῶρε Μαρτύρων ἀκρότης∙ καὶ νῦν ἀπαύστως πρεσβεύεις, ἐλεηθῆναι τούς ὑμνοῦντας σε.
Βοιωτῶν τοὺς Ἐφόρους ἀνευφημήσωμεν, Λουκᾶν Ἀπόστολον Ροῦφον, Στειρίου κλέος Λουκᾶν, Σεραφείμ, Νικήταν, Κλήμεντα, Μελέτιον, Ρηγῖνον καὶ σὺν Γερμανῶ Ἰωάννην τὸν σοφὸν Ἐφραίμ τόν Κατουνακιώτην, αὐτῶν λιτὰς τάς ἀόκνους πρὸς τὸν Σωτῆρα ἐκδεχόμενοι
Τῶν Οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι τειχίσετε ἡμᾶς, σκέπη τῶν πτερύγων, τῆς ἀῢλου ὑμῶν δόξῃς, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας. Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι, τῶν ἄνω Δυνάμεων.
Θείων τρόπων σου, τῇ ἐπιστήμη, νέμεις ἄμισθον, τὴν θεραπείαν, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἐν Πνεύματι∙ ὅθεν ἡμᾶς πάσης νόσου ἀπάλλαξον, Παντελεῆμον, ἐλέους θησαύρισμα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μπορείτε να ακούσετε ηχογραφήσεις από την Ι. Μονή στο επίσημο κανάλι της Μονής, στο YouTube.